Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.33 Dem. 61.37 (English) >>Dem. 61.40

61.35καὶ γὰρ τοῖς μὲν ἀφανῆ καὶ ταπεινὴν τὴν φύσιν ἔχουσιν οὐδʼ ὅταν μὴ καλῶς τι πράξωσιν ἐπιπλήττομεν, τοῖς δʼ ὥσπερ σὺ περιβλέπτοις γεγενημένοις καὶ τὸ παραμελῆσαί τινος τῶν καλλίστων αἰσχύνην φέρει. ἔτι δʼ οἱ μὲν ἐπὶ τῶν ἄλλων λόγων ψευσθέντες καθʼ ἑνὸς μόνου πράγματος οὐ τὰ κράτιστʼ ἔγνωσαν· οἱ δὲ τῆς τῶν ἐπιτηδευμάτων συμβουλίας διαμαρτόντες καταφρονήσαντες παρʼ ὅλον τὸν βίον τῆς ἑαυτῶν ἀγνωσίας ὑπομνήματʼ ἔχουσιν.

61.36τούτων μὲν οὐδὲν δεῖ σε παθεῖν, σκοπεῖσθαι δὲ τί τῶν ἀνθρωπείων μεγίστην δύναμιν ἔχει, καὶ τίνος καλῶς μὲν ἀποβάντος πλεῖστʼ ἂν κατορθοῖμεν, διαφθαρέντος δὲ μέγιστʼ ἂν βλαπτοίμεθα παρὰ τὸν βίον· οὐ γὰρ ἄδηλον ὅτι τούτου καὶ μάλιστʼ ἐπιμέλειαν ποιητέον, μεγίστην ῥοπὴν ἐφʼ ἑκάτερον ἐργάζεσθαι πέφυκεν. 61.37τῶν μὲν τοίνυν ἐν ἀνθρώποις διάνοιαν ἁπάντων εὑρήσομεν ἡγεμονεύουσαν, ταύτην δὲ φιλοσοφίαν μόνην παιδεῦσαί τʼ ὀρθῶς καὶ γυμνάσαι δυναμένην. ἧς οἴομαι σε δεῖν μετασχεῖν, καὶ μὴ κατοκνῆσαι μηδὲ φυγεῖν τὰς ἐνούσας ἐν αὐτῇ πραγματείας, ἐνθυμούμενον ὅτι διὰ μὲν ἀργίας καὶ ῥᾳθυμίας καὶ τὰ παντελῶς ἐπιπολῆς δυσχείρωτʼ ἐστί, διὰ δὲ καρτερίας καὶ φιλοπονίας οὐδὲν τῶν ὄντων ἀγαθῶν ἀνάλωτον πέφυκεν, 61.38καὶ διότι πάντων ἀλογώτατόν ἐστι πρὸς μὲν χρηματισμὸν καὶ ῥώμην καὶ τὰ τοιαῦτα φιλοτίμως ἔχειν καὶ πολλὰς ὑπομένειν κακοπαθίας, πάντα θνήτʼ ἐστὶν καὶ τῇ διανοίᾳ δουλεύειν εἴωθεν, τὴν δʼ ἐπιστατοῦσαν μὲν τῶν ἄλλων, συνδιατελοῦσαν δὲ τοῖς ἔχουσιν, ὅλου δʼ ἡγεμονεύουσαν τοῦ βίου μὴ ζητεῖν ὅπως διακείσεται βέλτιον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.33 Dem. 61.37 (English) >>Dem. 61.40

Powered by PhiloLogic